Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.250 Joseph. AJ 7.255 (English) >>Joseph. AJ 7.259

7.253 στρατιὰ δὲ καὶ Ἰώαβος ἀκούσαντες, ὅτι πενθεῖ τὸν υἱὸν οὕτως βασιλεύς, ᾐσχύνθησαν μετὰ τοῦ τῶν νενικηκότων σχήματος εἰσελθεῖν εἰς τὴν πόλιν, κατηφεῖς δὲ καὶ δεδακρυμένοι πάντες ὡς ἀφʼ ἥττης παρῆλθον. 7.254κατακαλυψαμένου δὲ τοῦ βασιλέως καὶ στένοντος τὸν υἱὸν εἴσεισι πρὸς αὐτὸν Ἰώαβος καὶ παρηγορῶν δέσποτα, φησί, λανθάνεις διαβάλλων σαυτὸν οἷς ποιεῖς, ὅτι τοὺς μὲν ἀγαπῶντάς σε καὶ περὶ σοῦ κινδυνεύοντας καὶ σαυτὸν καὶ τὴν σὴν γενεὰν δοκεῖς μισεῖν, στέργειν δὲ τοὺς ἐχθροτάτους καὶ ποθεῖν οὐκέτʼ ὄντας, οἳ δίκῃ τεθνήκασιν· 7.255εἰ γὰρ Ἀψάλωμος ἐκράτησε καὶ τὴν βασιλείαν βεβαίως κατέσχεν, οὐδενὸς ἂν ἡμῶν ὑπελείφθη λείψανον, ἀλλὰ πάντες ἂν ἀπὸ σοῦ καὶ τῶν σῶν ἀρξάμενοι τέκνων ἀπωλώλειμεν οἰκτρῶς, οὐ κλαιόντων ἡμᾶς τῶν πολεμίων ἀλλὰ καὶ χαιρόντων καὶ τοὺς ἐλεοῦντας ἐπὶ τοῖς κακοῖς κολαζόντων. σὺ δʼ οὐκ αἰσχύνῃ ταῦτα ποιῶν ἐπὶ μᾶλλον ἐχθρῷ, ὅτι σὸς υἱὸς ὢν ἀσεβὴς οὕτως ἐγένετο. 7.256παυσάμενος οὖν τῆς ἀδίκου λύπης προελθὼν ὄφθητι τοῖς σαυτοῦ στρατιώταις καὶ τῆς νίκης αὐτοῖς καὶ τῆς περὶ τοὺς ἀγῶνας προθυμίας εὐχαρίστησον. ὡς ἐγὼ τήμερον, ἂν ἐπιμένῃς τοῖς ἄρτι πραττομένοις, ἀναπείσας ἀποστῆναί σου τὸν λαὸν καὶ τὴν βασιλείαν ἑτέρῳ παραδοῦναι, τότε σοι πικρότερον


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.250 Joseph. AJ 7.255 (English) >>Joseph. AJ 7.259

Powered by PhiloLogic